Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.143 Joseph. AJ 9.148 (English) >>Joseph. AJ 9.152

9.146παραινῶ δὲ τὴν τρίτην ὑμῶν μοῖραν φυλάττειν αὐτὸν ἐν τῷ ἱερῷ, τὴν δὲ τρίτην ταῖς πύλαις ἐφεστάναι τοῦ τεμένους ἁπάσαις, δὲ μετὰ ταύτην ἐχέτω τὴν τῆς ἀνοιγομένης καὶ φερούσης εἰς τὸ βασίλειον πύλης φυλακήν· τὸ δὲ ἄλλο πλῆθος ἄοπλον ἐν τῷ ἱερῷ τυγχανέτω· 9.147μηδένα δʼ εἰσελθεῖν ὁπλίτην ἐάσητε μόνον ἱερέα.” προσδιέταξε δὲ τούτοις μέρος τι τῶν ἱερέων καὶ Ληουίτας περὶ αὐτὸν εἶναι τὸν βασιλέα ταῖς μαχαίραις ἐσπασμέναις αὐτὸν δορυφοροῦντας, τὸν δὲ τολμήσαντα παρελθεῖν εἰς τὸ ἱερὸν ὡπλισμένον ἀναιρεῖσθαι παραυτίκα· 9.148δείσαντας δὲ μηδὲν παραμεῖναι τῇ φυλακῇ τοῦ βασιλέως. καὶ οἱ μὲν οἷς ἀρχιερεὺς συνεβούλευσεν τούτοις πεισθέντες ἔργῳ τὴν προαίρεσιν ἐδήλουν. ἀνοίξας δὲ Ἰώδας τὴν ἐν τῷ ἱερῷ ὁπλοθήκην, ἣν Δαυίδης κατεσκεύασε, διεμέρισε τοῖς ἑκατοντάρχαις ἅμα καὶ ἱερεῦσι καὶ Ληουίταις ἅπανθʼ ὅσʼ εὗρεν ἐν αὐτῇ δόρατά τε καὶ φαρέτρας καὶ εἴ τι ἕτερον εἶδος ὅπλου κατέλαβε, καὶ καθωπλισμένους ἔστησεν ἐν κύκλῳ περὶ τὸ ἱερὸν συναψαμένους τὴν χεῖρα καὶ τὴν εἴσοδον τοῖς οὐ προσήκουσιν οὕτως ἀποτειχίσοντας. 9.149συναγαγόντες δὲ τὸν παῖδα εἰς τὸ μέσον ἐπέθεσαν αὐτῷ τὸν στέφανον τὸν βασιλικὸν καὶ τῷ ἐλαίῳ χρίσας Ἰώδας ἀπέδειξε βασιλέα· τὸ δὲ πλῆθος χαῖρον καὶ κροταλίζον ἐβόα σώζεσθαι τὸν βασιλέα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.143 Joseph. AJ 9.148 (English) >>Joseph. AJ 9.152

Powered by PhiloLogic